Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5 Dem. 6 (English) >>Dem. 7

Κατὰ Φιλίππου Β

6.1ὅταν, ἄνδρες Ἀθηναῖοι, λόγοι γίγνωνται περὶ ὧν Φίλιππος πράττει καὶ βιάζεται παρὰ τὴν εἰρήνην, ἀεὶ τοὺς ὑπὲρ ἡμῶν λόγους καὶ δικαίους καὶ φιλανθρώπους ὁρῶ φαινομένους, καὶ λέγειν μὲν ἅπαντας ἀεὶ τὰ δέοντα δοκοῦντας τοὺς κατηγοροῦντας Φιλίππου, γιγνόμενον δʼ οὐδὲν ὡς ἔπος εἰπεῖν τῶν δεόντων, οὐδʼ ὧν εἵνεκα ταῦτʼ ἀκούειν ἄξιον· 6.2ἀλλʼ εἰς τοῦτʼ ἤδη προηγμένα τυγχάνει πάντα τὰ πράγματα τῇ πόλει, ὥσθʼ ὅσῳ τις ἂν μᾶλλον καὶ φανερώτερον ἐξελέγχῃ Φίλιππον καὶ τὴν πρὸς ὑμᾶς εἰρήνην παραβαίνοντα καὶ πᾶσι τοῖς Ἕλλησιν ἐπιβουλεύοντα, τοσούτῳ τὸ τί χρὴ ποιεῖν συμβουλεῦσαι χαλεπώτερον. 6.3αἴτιον δὲ τούτων, ὅτι πάντας, ἄνδρες Ἀθηναῖοι, τοὺς πλεονεκτεῖν ζητοῦντας ἔργῳ κωλύειν καὶ πράξεσιν, οὐχὶ λόγοις δέον, πρῶτον μὲν ἡμεῖς οἱ παριόντες τούτων μὲν ἀφέσταμεν καὶ γράφειν καὶ συμβουλεύειν, τὴν πρὸς ὑμᾶς ἀπέχθειαν ὀκνοῦντες, οἷα ποιεῖ δʼ, ὡς δεινά, καὶ τοιαῦτα διεξερχόμεθα· ἔπειθʼ ὑμεῖς οἱ καθήμενοι, ὡς μὲν ἂν εἴποιτε δικαίους λόγους καὶ λέγοντος ἄλλου συνείητε, ἄμεινον Φιλίππου παρεσκεύασθε, ὡς δὲ κωλύσαιτʼ ἂν ἐκεῖνον πράττειν ταῦτʼ ἐφʼ ὧν ἐστι νῦν, παντελῶς ἀργῶς ἔχετε. 6.4συμβαίνει δὴ πρᾶγμʼ ἀναγκαῖον, οἶμαι, καὶ ἴσως εἰκός· ἐν οἷς ἑκάτεροι διατρίβετε καὶ περὶ σπουδάζετε, ταῦτʼ ἄμεινον ἑκατέροις ἔχει, ἐκείνῳ μὲν αἱ πράξεις, ὑμῖν δʼ οἱ λόγοι. εἰ μὲν οὖν καὶ νῦν λέγειν δικαιότερʼ ὑμῖν ἐξαρκεῖ, ῥᾴδιον, καὶ πόνος οὐδεὶς πρόσεστι τῷ πράγματι· 6.5εἰ δʼ ὅπως τὰ παρόντʼ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντʼ ἔτι πορρωτέρω λήσει πάνθʼ ἡμᾶς, μηδʼ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδʼ ἀντᾶραι δυνησόμεθα, οὐχ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.

6.6πρῶτον μέν, εἴ τις, ἄνδρες Ἀθηναῖοι, θαρρεῖ, ὁρῶν ἡλίκος ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδένʼ οἴεται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδʼ ἐφʼ ὑμᾶς πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ βραχέων, διʼ οὓς τἀναντίʼ ἐμοὶ παρέστηκε προσδοκᾶν καὶ διʼ ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον· ἵνʼ, ἐὰν μὲν ἐγὼ δοκῶ βέλτιον προορᾶν, ἐμοὶ πεισθῆτε, ἂν δʼ οἱ θαρροῦντες καὶ πεπιστευκότες αὐτῷ, τούτοις προσθῆσθε. 6.7ἐγὼ τοίνυν, ἄνδρες Ἀθηναῖοι, λογίζομαι· τίνων Φίλιππος κύριος πρῶτον μετὰ τὴν εἰρήνην κατέστη; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; Θηβαίοις συμφέρει καὶ οὐχ τῇ πόλει, πράττειν προείλετο. τί δήποτε; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάνθʼ ὑφʼ αὑτῷ ποιήσασθαι τοὺς λογισμοὺς ἐξετάζων, καὶ οὐχὶ πρὸς εἰρήνην οὐδʼ ἡσυχίαν οὐδὲ δίκαιον οὐδέν, 6.8 εἶδε τοῦτʼ ὀρθῶς, ὅτι τῇ μὲν ἡμετέρᾳ πόλει καὶ τοῖς ἤθεσι τοῖς ἡμετέροις οὐδὲν ἂν ἐνδείξαιτο τοσοῦτον οὐδὲ ποιήσειεν, ὑφʼ οὗ πεισθέντες ὑμεῖς τῆς ἰδίας ἕνεκʼ ὠφελείας τῶν ἄλλων τινὰς Ἑλλήνων ἐκείνῳ προοῖσθε, ἀλλὰ καὶ τοῦ δικαίου λόγον ποιούμενοι, καὶ τὴν προσοῦσαν ἀδοξίαν τῷ πράγματι φεύγοντες, καὶ πάνθʼ προσήκει προορώμενοι, ὁμοίως ἐναντιώσεσθε, ἄν τι τοιοῦτʼ ἐπιχειρῇ πράττειν, ὥσπερ ἂν εἰ πολεμοῦντες τύχοιτε. 6.9τοὺς δὲ Θηβαίους ἡγεῖτο, ὅπερ συνέβη, ἀντὶ τῶν ἑαυτοῖς γιγνομένων τὰ λοιπὰ ἐάσειν ὅπως βούλεται πράττειν ἑαυτόν, καὶ οὐχ ὅπως ἀντιπράξειν καὶ διακωλύσειν, ἀλλὰ καὶ συστρατεύσειν, ἂν αὐτοὺς κελεύῃ. καὶ νῦν τοὺς Μεσσηνίους καὶ τοὺς Ἀργείους ταὔθʼ ὑπειληφὼς εὖ ποιεῖ. καὶ μέγιστόν ἐστι καθʼ ὑμῶν ἐγκώμιον, ἄνδρες Ἀθηναῖοι· 6.10κέκρισθε γὰρ ἐκ τούτων τῶν ἔργων μόνοι τῶν πάντων μηδενὸς ἂν κέρδους τὰ κοινὰ δίκαια τῶν Ἑλλήνων προέσθαι, μηδʼ ἀνταλλάξασθαι μηδεμιᾶς χάριτος μηδʼ ὠφελείας τὴν εἰς τοὺς Ἕλληνας εὔνοιαν. καὶ ταῦτʼ εἰκότως καὶ περὶ ὑμῶν οὕτως ὑπείληφε καὶ κατʼ Ἀργείων καὶ Θηβαίων ὡς ἑτέρως, οὐ μόνον εἰς τὰ παρόνθʼ ὁρῶν, ἀλλὰ καὶ τὰ πρὸ τούτων λογιζόμενος. 6.11εὑρίσκει γάρ, οἶμαι, καὶ ἀκούει τοὺς μὲν ὑμετέρους προγόνους, ἐξὸν αὐτοῖς τῶν λοιπῶν ἄρχειν Ἑλλήνων ὥστʼ αὐτοὺς ὑπακούειν βασιλεῖ, οὐ μόνον οὐκ ἀνασχομένους τὸν λόγον τοῦτον, ἡνίκʼ ἦλθεν Ἀλέξανδρος τούτων πρόγονος περὶ τούτων κῆρυξ, ἀλλὰ καὶ τὴν χώραν ἐκλιπεῖν προελομένους καὶ παθεῖν ὁτιοῦν ὑπομείναντας, καὶ μετὰ ταῦτα πράξαντας ταῦθʼ πάντες ἀεὶ γλίχονται λέγειν, ἀξίως δʼ οὐδεὶς εἰπεῖν δεδύνηται, διόπερ κἀγὼ παραλείψω, δικαίως (ἔστι γὰρ μείζω τἀκείνων ἔργα ὡς τῷ λόγῳ τις ἂν εἴποι), τοὺς δὲ Θηβαίων καὶ Ἀργείων προγόνους τοὺς μὲν συστρατεύσαντας τῷ βαρβάρῳ, τοὺς δʼ οὐκ ἐναντιωθέντας. 6.12οἶδεν οὖν ἀμφοτέρους ἰδίᾳ τὸ λυσιτελοῦν ἀγαπήσοντας, οὐχ τι συνοίσει κοινῇ τοῖς Ἕλλησι σκεψομένους. ἡγεῖτʼ οὖν, εἰ μὲν ὑμᾶς ἕλοιτο, φίλους ἐπὶ τοῖς δικαίοις αἱρήσεσθαι, εἰ δʼ ἐκείνοις προσθεῖτο, συνεργοὺς ἕξειν τῆς αὑτοῦ πλεονεξίας. διὰ ταῦτʼ ἐκείνους ἀνθʼ ὑμῶν καὶ τότε καὶ νῦν αἱρεῖται. οὐ γὰρ δὴ τριήρεις γʼ ὁρᾷ πλείους αὐτοῖς ὑμῖν οὔσας· οὐδʼ ἐν τῇ μεσογείᾳ τινʼ ἀρχὴν εὕρηκε, τῆς δʼ ἐπὶ τῇ θαλάττῃ καὶ τῶν ἐμπορίων ἀφέστηκεν· οὐδʼ ἀμνημονεῖ τοὺς λόγους οὐδὲ τὰς ὑποσχέσεις, ἐφʼ αἷς τῆς εἰρήνης ἔτυχεν.

6.13ἀλλὰ νὴ Δίʼ, εἴποι τις ἂν ὡς πάντα ταῦτʼ εἰδώς, οὐ πλεονεξίας ἕνεκʼ οὐδʼ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτʼ ἔπραξεν, ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ὑμᾶς ἀξιοῦν. ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν· γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων, πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;

6.14ἀλλʼ ἐβιάσθη νὴ Δία (ταῦτα γάρ ἐσθʼ ὑπόλοιπον) καὶ παρὰ γνώμην, τῶν Θετταλῶν ἱππέων καὶ τῶν Θηβαίων ὁπλιτῶν ἐν μέσῳ ληφθείς, συνεχώρησε ταῦτα. καλῶς. οὐκοῦν φασὶ μὲν μέλλειν πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως ἔχειν, καὶ λογοποιοῦσιν περιιόντες τινὲς ὡς Ἐλάτειαν τειχιεῖ. 6.15 δὲ ταῦτα μὲν μέλλει καὶ μελλήσει γʼ, ὡς ἐγὼ κρίνω, τοῖς Μεσσηνίοις δὲ καὶ τοῖς Ἀργείοις ἐπὶ τοὺς Λακεδαιμονίους συλλαμβάνειν οὐ μέλλει, ἀλλὰ καὶ ξένους εἰσπέμπει καὶ χρήματʼ ἀποστέλλει καὶ δύναμιν μεγάλην ἔχων αὐτός ἐστι προσδόκιμος. τοὺς μὲν ὄντας ἐχθροὺς Θηβαίων Λακεδαιμονίους ἀναιρεῖ, οὓς δʼ ἀπώλεσεν αὐτὸς πρότερον Φωκέας νῦν σῴζει; καὶ τίς ἂν ταῦτα πιστεύσειεν; 6.16 ἐγὼ μὲν γὰρ οὐκ ἂν ἡγοῦμαι Φίλιππον, οὔτʼ εἰ τὰ πρῶτα βιασθεὶς ἄκων ἔπραξεν, οὔτʼ ἂν εἰ νῦν ἀπεγίγνωσκε Θηβαίους, τοῖς ἐκείνων ἐχθροῖς συνεχῶς ἐναντιοῦσθαι, ἀλλʼ ἀφʼ ὧν νῦν ποιεῖ, κἀκεῖνʼ ἐκ προαιρέσεως δῆλός ἐστι ποιήσας, ἐκ πάντων δʼ, ἄν τις ὀρθῶς θεωρῇ, πάνθʼ πραγματεύεται κατὰ τῆς πόλεως συντάττων. 6.17καὶ τοῦτʼ ἐξ ἀνάγκης τρόπον τινʼ αὐτῷ νῦν γε δὴ συμβαίνει. λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δʼ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν ἤδη χρόνον, καὶ τοῦτʼ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει, τούτοις πάντα τἄλλʼ ἀσφαλῶς κέκτηται· εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδʼ ἂν οἴκοι μένειν βεβαίως ἡγεῖται. 6.18ἀμφότερʼ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους· εὖ φρονεῖν δʼ ὑμᾶς ὑπολαμβάνων, δικαίως αὑτὸν μισεῖν νομίζει, καὶ παρώξυνται, πείσεσθαί τι προσδοκῶν, ἂν καιρὸν λάβητε, ἂν μὴ φθάσῃ ποιήσας πρότερος. 6.19διὰ ταῦτʼ ἐγρήγορεν, ἐφέστηκεν, ἐπὶ τῇ πόλει θεραπεύει τινάς, Θηβαίους καὶ Πελοποννησίων τοὺς ταὐτὰ βουλομένους τούτοις, οὓς διὰ μὲν πλεονεξίαν τὰ παρόντʼ ἀγαπήσειν οἴεται, διὰ δὲ σκαιότητα τρόπων τῶν μετὰ ταῦτʼ οὐδὲν προόψεσθαι. καίτοι σωφρονοῦσί γε καὶ μετρίως ἐναργῆ παραδείγματʼ ἔστιν ἰδεῖν, καὶ πρὸς Μεσσηνίους καὶ πρὸς Ἀργείους ἔμοιγʼ εἰπεῖν συνέβη, βέλτιον δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἐστιν εἰρῆσθαι.

6.20Πῶς γὰρ οἴεσθʼ,” ἔφην, “ ἄνδρες Μεσσήνιοι, δυσχερῶς ἀκούειν Ὀλυνθίους, εἴ τίς τι λέγοι κατὰ Φιλίππου κατʼ ἐκείνους τοὺς χρόνους, ὅτʼ Ἀνθεμοῦντα μὲν αὐτοῖς ἀφίει, ἧς πάντες οἱ πρότερον Μακεδονίας βασιλεῖς ἀντεποιοῦντο, Ποτείδαιαν δʼ ἐδίδου τοὺς Ἀθηναίων ἀποίκους ἐκβάλλων, καὶ τὴν μὲν ἔχθραν τὴν πρὸς ἡμᾶς αὐτὸς ἀνῄρητο, τὴν χώραν δʼ ἐκείνοις ἐδεδώκει καρποῦσθαι; ἆρα προσδοκᾶν αὐτοὺς τοιαῦτα πείσεσθαι, λέγοντος ἄν τινος πιστεῦσαι οἴεσθε; 6.21ἀλλʼ ὅμως,” ἔφην ἐγώ, “μικρὸν χρόνον τὴν ἀλλοτρίαν καρπωσάμενοι πολὺν τῆς αὑτῶν ὑπʼ ἐκείνου στέρονται, αἰσχρῶς ἐκπεσόντες, οὐ κρατηθέντες μόνον, ἀλλὰ καὶ προδοθέντες ὑπʼ ἀλλήλων καὶ πραθέντες· οὐ γὰρ ἀσφαλεῖς ταῖς πολιτείαις αἱ πρὸς τοὺς τυράννους αὗται λίαν ὁμιλίαι. 6.22τί δʼ οἱ Θετταλοί; ἆρʼ οἴεσθʼ,” ἔφην, “ὅτʼ αὐτοῖς τοὺς τυράννους ἐξέβαλλε καὶ πάλιν Νίκαιαν καὶ Μαγνησίαν ἐδίδου, προσδοκᾶν τὴν καθεστῶσαν νῦν δεκαδαρχίαν ἔσεσθαι παρʼ αὐτοῖς; τὸν τὴν πυλαίαν ἀποδόντα, τοῦτον τὰς ἰδίας αὐτῶν προσόδους παραιρήσεσθαι; οὐκ ἔστι ταῦτα. ἀλλὰ μὴν γέγονεν ταῦτα καὶ πᾶσιν ἔστιν εἰδέναι· 6.23ὑμεῖς δʼ,” ἔφην ἐγώ, “διδόντα μὲν καὶ ὑπισχνούμενον θεωρεῖτε Φίλιππον, ἐξηπατηκότα δʼ ἤδη καὶ παρακεκρουμένον ἀπεύχεσθε, εἰ σωφρονεῖτε δή, ἰδεῖν. ἔστι τοίνυν νὴ Δίʼ,” ἔφην ἐγώ, “παντοδαπὰ εὑρημένα ταῖς πόλεσιν πρὸς φυλακὴν καὶ σωτηρίαν, οἷον χαρακώματα καὶ τείχη καὶ τάφροι καὶ τἄλλʼ ὅσα τοιαῦτα. 6.24καὶ ταῦτα μέν ἐστιν ἅπαντα χειροποίητα καὶ δαπάνης προσδεῖται· ἓν δέ τι κοινὸν φύσις τῶν εὖ φρονούντων ἐν αὑτῇ κέκτηται φυλακτήριον, πᾶσι μέν ἐστʼ ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους. τί οὖν ἐστι τοῦτο; ἀπιστία. ταύτην φυλάττετε, ταύτης ἀντέχεσθε· ἂν ταύτην σῴζητε, οὐδὲν μὴ δεινὸν πάθητε. τί ζητεῖτʼ;” ἔφην. 6.25ἐλευθερίαν; εἶτʼ οὐχ ὁρᾶτε Φίλιππον ἀλλοτριωτάτας ταύτῃ καὶ τὰς προσηγορίας ἔχοντα; βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος. οὐ φυλάξεσθʼ ὅπως,” ἔφην, “μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;”

6.26ταῦτʼ ἀκούσαντες ἐκεῖνοι, καὶ θορυβοῦντες ὡς ὀρθῶς λέγεται, καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον, ὡς ἔοικεν, οὐδὲν μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδʼ ὧν ἐπαγγέλλεται. 6.27καὶ οὐ τοῦτʼ ἔστʼ ἄτοπον, εἰ Μεσσήνιοι καὶ Πελοποννησίων τινὲς παρʼ τῷ λογισμῷ βέλτισθʼ ὁρῶσί τι πράξουσιν, ἀλλʼ ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν λεγόντων ἀκούοντες ἡμῶν, ὡς ἐπιβουλεύεσθε, ὡς περιστοιχίζεσθε, ἐκ τοῦ μηδὲν ἤδη ποιῆσαι λήσεθʼ, ὡς ἐμοὶ δοκεῖ, πάνθʼ ὑπομείναντες· οὕτως παραυτίχʼ ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθʼ ὕστερον συνοίσειν μέλλοντος.

6.28περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι, ταῦτʼ ἤδη λέξω.Ἀπόκρισις

ἦν μὲν οὖν δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς ἐνεγκόντας τὰς ὑποσχέσεις, ἐφʼ αἷς ἐπείσθητε ποιήσασθαι τὴν εἰρήνην, καλεῖν· 6.29οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε· ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ πάλιν γʼ ἑτέρους καλεῖν. τίνας; τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας, 6.30λέγοντας ὡς ἐγὼ μὲν ὕδωρ πίνων εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος δʼ, ἅπερ εὔξαισθʼ ἂν ὑμεῖς, ἂν παρέλθῃ, πράξει, καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσιν διορύξει, Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντʼ Ἀμφιπόλεως ὑμῖν ἀποδώσει· ταῦτα γὰρ ἅπαντʼ ἐπὶ τοῦ βήματος ἐνταῦθα μνημονεύετʼ οἶδʼ ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι. 6.31καὶ τὸ πάντων αἴσχιστον, καὶ τοῖς ἐκγόνοις πρὸς τὰς ἐλπίδας τὴν αὐτὴν εἰρήνην εἶναι ταύτην ἐψηφίσασθε· οὕτω τελέως ὑπήχθητε. τί δὴ ταῦτα νῦν λέγω καὶ καλεῖν φημὶ δεῖν τούτους; ἐγὼ νὴ τοὺς θεοὺς τἀληθῆ μετὰ παρρησίας ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι· 6.32οὐχ ἵνʼ εἰς λοιδορίαν ἐμπεσὼν ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρʼ ὑμῖν ποιήσω, τοῖς δʼ ἐμοὶ προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδʼ ἵνʼ ὡς ἄλλως ἀδολεσχῶ· ἀλλʼ οἴομαί ποθʼ ὑμᾶς λυπήσειν Φίλιππος πράττει μᾶλλον τὰ νυνί· 6.33τὸ γὰρ πρᾶγμʼ ὁρῶ προβαῖνον, καὶ οὐχὶ βουλοίμην ἂν εἰκάζειν ὀρθῶς, φοβοῦμαι δὲ μὴ λίαν ἐγγὺς τοῦτʼ ἤδη. ὅταν οὖν μηκέθʼ ὑμῖν ἀμελεῖν ἐξουσία γίγνηται τῶν συμβαινόντων, μηδʼ ἀκούηθʼ ὅτι ταῦτʼ ἐφʼ ὑμᾶς ἐστιν ἐμοῦ μηδὲ τοῦ δεῖνος, ἀλλʼ αὐτοὶ πάντες ὁρᾶτε καὶ εὖ εἰδῆτε, ὀργίλους καὶ τραχεῖς ὑμᾶς ἔσεσθαι νομίζω. 6.34φοβοῦμαι δὴ μή, τῶν πρέσβεων σεσιωπηκότων ἐφʼ οἷς αὑτοῖς συνίσασι δεδωροδοκηκότες, τοῖς ἐπανορθοῦν τι πειρωμένοις τῶν διὰ τούτους ἀπολωλότων τῇ παρʼ ὑμῶν ὀργῇ περιπεσεῖν συμβῇ· ὁρῶ γὰρ ὡς τὰ πόλλʼ ἐνίους οὐκ εἰς τοὺς αἰτίους, ἀλλʼ εἰς τοὺς ὑπὸ χεῖρα μάλιστα τὴν ὀργὴν ἀφιέντας. 6.35ἕως οὖν ἔτι μέλλει καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων, ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθʼ ὅμως ἐπαναμνῆσαι βούλομαι, τίς Φωκέας πείσας καὶ Πύλας προέσθαι, ὧν καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχʼ ὑμῖν μὴ περὶ τῶν δικαίων μηδʼ ὑπὲρ τῶν ἔξω πραγμάτων εἶναι τὴν βουλήν, ἀλλʼ ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον, ἐπειδὰν παρῇ, γέγονεν δʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 6.36εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν. 6.37ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, πάντες θεοί· οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5 Dem. 6 (English) >>Dem. 7

Powered by PhiloLogic